Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.52.1 | Hdt. 1.53.3 (English) | >>Hdt. 1.56.1 |
1.53.1
τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον ,
1.53.2 ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα , ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες · “Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι , ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων , καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον .”
1.53.3 οἱ μὲν ταῦτα ἐπειρώτων , τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον , προλέγουσαι Κροίσῳ , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχὴν μιν καταλύσειν · τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι .
ch. 54
1.54.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.52.1 | Hdt. 1.53.3 (English) | >>Hdt. 1.56.1 |